Δοκιμαστικό Άρθρο 👻

ΣΟΦΟΚΛΕΟΥΣ ΑΝΤΙΓΟΝΗ

ΑΝΤΙΓΟΝΗ
Ὦ κοινὸν αὐτάδελφον Ἰσμήνης κάρα,
ἆρ᾿ οἶσθ᾿ ὅ τι Ζεὺς τῶν ἀπ᾿ Οἰδίπου κακῶν
ὁποῖον οὐχὶ νῷν ἔτι ζώσαιν τελεῖ
Οὐδὲν γὰρ οὔτ᾿ ἀλγεινὸν οὔτ᾿ ἄτης ἄτερ
οὔτ᾿ αἰσχρὸν οὔτ᾿ ἄτιμόν ἐσθ᾿ ὁποῖον οὐ
τῶν σῶν τε κἀμῶν οὐκ ὄπωπ᾿ ἐγὼ κακῶν.
Καὶ νῦν τί τοῦτ᾿ αὖ φασι πανδήμῳ πόλει
κήρυγμα θεῖναι τὸν στρατηγὸν ἀρτίως;
Ἔχεις τι κεἰσήκουσας; ἤ σε λανθάνει
πρὸς τοὺς φίλους στείχοντα τῶν ἐχθρῶν κακά;
ΙΣΜΗΝΗ
Ἐμοὶ μὲν οὐδεὶς μῦθος, Ἀντιγόνη, φίλων
οὔθ᾿ ἡδὺς οὔτ᾿ ἀλγεινὸς ἵκετ᾿, ἐξ ὅτου
δυοῖν ἀδελφοῖν ἐστερήθημεν δύο
μιᾷ θανόντων ἡμέρᾳ διπλῇ χερί.
ἐπεὶ δὲ φροῦδός ἐστιν Ἀργείων στρατὸς
ἐν νυκτὶ τῇ νῦν, οὐδὲν οἶδ᾿ ὑπέρτερον,
οὔτ᾿ εὐτυχοῦσα μᾶλλον οὔτ᾿ ἀτωμένη.
ΑΝ.   Ἤιδη καλῶς καί σ᾿ ἐκτὸς αὐλείων πυλῶν
τοῦδ᾿ οὕνεκ᾿ ἐξέπεμπον, ὡς μόνη κλύοις.
ΙΣ.   Τί δ᾿ ἔστι; δηλοῖς γάρ τι καλχαίνουσ᾿ ἔπος.
ΑΝ.   Οὐ γὰρ τάφου νῷν τὼ κασιγνήτω Κρέων
τὸν μὲν προτίσας, τὸν δ᾿ ἀτιμάσας ἔχει;
Ἐτεοκλέα μέν, ὡς λέγουσι, σὺν δίκῃ
χρῆσθαι δικαιῶν καὶ νόμῳ, κατὰ χθονὸς
ἔκρυψε τοῖς ἔνερθεν ἔντιμον νεκροῖς.
τὸν δ᾿ ἀθλίως θανόντα Πολυνείκους νέκυν
ἀστοῖσί φασιν ἐκκεκηρῦχθαι τὸ μὴ
τάφῳ καλύψαι μηδὲ κωκῦσαί τινα,
ἐᾶν δ᾿ ἄκλαυτον, ἄταφον, οἰωνοῖς γλυκὺν
θησαυρὸν εἰσορῶσι πρὸς χάριν βορᾶς.
Τοιαῦτά φασι τὸν ἀγαθὸν Κρέοντα σοὶ
κἀμοί, λέγω γὰρ κἀμέ, κηρύξαντ᾿ ἔχειν,
καὶ δεῦρο νεῖσθαι ταῦτα τοῖσι μὴ εἰδόσιν
σαφῆ προκηρύξοντα, καὶ τὸ πρᾶγμ᾿ ἄγειν
οὐχ ὡς παρ᾿ οὐδέν, ἀλλ᾿ ὃς ἂν τούτων τι δρᾷ
φόνον προκεῖσθαι δημόλευστον ἐν πόλει.
Οὕτως ἔχει σοι ταῦτα, καὶ δείξεις τάχα
εἴτ᾿ εὐγενὴς πέφυκας εἴτ᾿ ἐσθλῶν κακή.
ΙΣ.   Τί δ᾿, ὦ ταλαῖφρον, εἰ τάδ᾿ ἐν τούτοις, ἐγὼ
λύουσ᾿ ἂν εἴθ᾿ ἅπτουσα προσθείμην πλέον;
ΑΝ.   Εἰ ξυμπονήσεις καὶ ξυνεργάσῃ σκόπει.
ΙΣ.   Ποῖόν τι κινδύνευμα; ποῖ γνώμης ποτ᾿ εἶ
ΑΝ.   Εἰ τὸν νεκρὸν ξὺν τῇδε κουφιεῖς χερί.
ΙΣ.   η γὰρ νοεῖς θάπτειν σφ᾿, ἀπόρρητον πόλει;
ΑΝ.   Τὸν γοῦν ἐμὸν καὶ τὸν σόν, ἢν σὺ μὴ θέλῃς,
ἀδελφόν. οὐ γὰρ δὴ προδοῦσ᾿ ἁλώσομαι.
ΙΣ.   Ὦ σχετλία, Κρέοντος ἀντειρηκότος;
ΑΝ.   Ἀλλ᾿ οὐδὲν αὐτῷ τῶν ἐμῶν <μ᾿> εἴργειν μέτα.
ΙΣ.   Οἴμοι. φρόνησον, ὦ κασιγνήτη, πατὴρ
ὡς νῷν ἀπεχθὴς δυσκλεής τ᾿ ἀπώλετο,
πρὸς αὐτοφώρων ἀμπλακημάτων διπλᾶς
ὄψεις ἀράξας αὐτὸς αὐτουργῷ χερί.
ἔπειτα μήτηρ καὶ γυνή, διπλοῦν ἔπος,
πλεκταῖσιν ἀρτάναισι λωβᾶται βίον.
τρίτον δ᾿ ἀδελφὼ δύο μίαν καθ᾿ ἡμέραν
αὐτοκτονοῦντε τὼ ταλαιπώρω μόρον
κοινὸν κατειργάσαντ᾿ ἐπαλλήλοιν χεροῖν.
Νῦν δ᾿ αὖ μόνα δὴ νὼ λελειμμένα σκόπει
ὅσῳ κάκιστ᾿ ὀλούμεθ᾿, εἰ νόμου βίᾳ
ψῆφον τυράννων ἢ κράτη παρέξιμεν.
Ἀλλ᾿ ἐννοεῖν χρὴ τοῦτο μὲν γυναῖχ᾿ ὅτι
ἔφυμεν, ὡς πρὸς ἄνδρας οὐ μαχουμένα.
ἔπειτα δ᾿ οὕνεκ᾿ ἀρχόμεσθ᾿ ἐκ κρεισσόνων
καὶ ταῦτ᾿ ἀκούειν κἄτι τῶνδ᾿ ἀλγίονα.
Ἐγὼ μὲν οὖν αἰτοῦσα τοὺς ὑπὸ χθονὸς
ξύγγνοιαν ἴσχειν, ὡς βιάζομαι τάδε,
τοῖς ἐν τέλει βεβῶσι πείσομαι. τὸ γὰρ
περισσὰ πράσσειν οὐκ ἔχει νοῦν οὐδένα.

περισσότερα »»


2 Replies to “Δοκιμαστικό Άρθρο 👻”

Αφήστε μια απάντηση

Αυτός ο ιστότοπος χρησιμοποιεί το Akismet για να μειώσει τα ανεπιθύμητα σχόλια. Μάθετε πώς υφίστανται επεξεργασία τα δεδομένα των σχολίων σας.